Showing posts with label έκδοσις ακριβής της ορθόδοξου πίστεως. Show all posts
Showing posts with label έκδοσις ακριβής της ορθόδοξου πίστεως. Show all posts

12:39 PM

Ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως

0 comments


ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
Ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως

Ἀπόδοση εἰς τὴν νέα ἑλληνική: Ἀρχιμανδρίτης Δωρόθεος Πάπαρης

ΚΕΦΑΛΑΙΟ 1.

Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ
περιεργάζεσθαι τὰ μὴ παραδεδομένα ἡμῖν ὑπὸ τῶν ἁγίων προφητῶν
καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν.
«Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις
τοῦ πατρός, αὐτὸς ἐξηγήσατο». Ἄρρητον οὖν τὸ θεῖον καὶ
ἀκατάληπτον. «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ
τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον οὕτως οἶδε τὰ τοῦ
θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν
πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν Θεόν, εἰ μὴ ᾧ αὐτὸς
ἀπεκάλυψεν, οὐκ ἀνθρώπων μόνον ἀλλ᾿ οὐδὲ τῶν ὑπερκοσμίων
δυνάμεων καὶ αὐτῶν, φημί, τῶν Χερουβὶμ καὶ Σεραφίμ.
Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ· πᾶσι γὰρ ἡ γνῶσις
τοῦ εἶναι Θεὸν ὑπ᾿ αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ
κτίσις καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις, τὸ μεγαλεῖον τῆς θείας
ἀνακηρύττει φύσεως. Καὶ διὰ νόμου μέν καὶ προφητῶν πρότερον,
ἔπειτα δὲ καὶ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ ἐφικτὸν ἡμῖν τὴν ἑαυτοῦ
ἐφανέρωσε γνῶσιν.
Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ
ἀποστόλων καὶ εὐαγγελιστῶν δεχόμεθα καὶ γινώσκομεν καὶ σέβομεν
οὐδὲν περαιτέρῳ τούτων ἐπιζητοῦντες· ἀγαθὸς γὰρ ὢν ὁ Θεὸς
παντὸς ἀγαθοῦ παρεκτικός ἐστιν οὐ φθόνῳ οὐδὲ πάθει τινὶ
ὑποκείμενος· «μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος τῆς γε ἀπαθοῦς
καὶ μόνης ἀγαθῆς». Ὡς οὖν πάντα εἰδὼς καὶ τὸ συμφέρον ἑκάστῳ
προμηθούμενος, ὅπερ συνέφερεν ἡμῖν γνῶναι ἀπεκάλυψεν, ὅπερ δὲ
οὐκ ἐδυνάμεθα φέρειν, ἀπεσιώπησε. Ταῦτα ἡμεῖς στέρξωμεν καὶ
ἐν αὐτοῖς μείνωμεν μὴ μεταίροντες ὅρια αἰώνια, μηδὲ ὑπερβαίνοντες
τὴν θείαν παράδοσιν.
Read More ->>
 
eXTReMe Tracker

Category 3

[Valid Atom 1.0]

ΣΧΟΛΙΑ

TRANSLATE


RECENT POSTS

ΕΠΙΚΟΙΝΩΝΙΑ

Followers

| ΟΡΘΟΔΟΞΗ ΠΙΣΤΗ © 2009. All Rights Reserved | Template Style by My Blogger Tricks .com | Design by Brian Gardner | Back To Top |